Ancient Greek
2.189 to 2.190
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.189-190
Not analysed yet
Choer. 70, 1 coll. 279, 6: τὰ εἰϲ ιν πάντα προϲθέει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ πανταχοῦ φυλάττει τὸ ι μακρὸν οἷον δελφῖνοϲ, ἀκτῖνοϲ, Ϲαλαμῖνοϲ, ῥινόϲ, θινόϲ. Choer. 281, 35: τὰ εἰϲ ιν δικατάληκτα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ δελφίϲ ὦ δελφίϲ, ὁ Τελχίϲ ὦ Τελχίϲ, ὁ δελφίν ὦ δελφίν, ὁ ελχίν ὦ Τελχίν.