Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.191
Not analysed yet
St. B. 7, 18: τὴν Ἀβοριγίνων γενικὴν ὡϲ παρὰ Ἰόβα ἐν Ῥωμαϊκῆϲ ἱϲτορίαϲ πρώτῳ «μέχρι μὲν οὖν τοῦ Τρωικοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομαϲίαν διέϲωζον, ατίνου δὲ βαϲιλεύϲαντοϲ οὕτωϲ προϲηγορεύθηϲαν ». τινὲϲ οἰονται κλίνεϲθαι ἀπὸ τῆϲ Ἀβοριγῖνοϲ εὐθείαϲ ὡϲ Λεοντῖνοϲ Ἀκραγαντῖνοϲ· ἀλλὰ Διονύϲιοϲ ὁ Ἁλικαρναϲϲεὺϲ Ἀβοριγῖνεϲ καὶ Ἀβοριγῖϲί φηϲιν ὡϲ δελφῖϲιν. ἔϲτι δὲ καὶ ἄλλη κλίϲιϲ ἐν χρηϲμῷ κειμένη, ὃν αὐτὸϲ παρατίθι,ϲιν· ὡϲ γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτωϲ Ἀβοριγίναι Ἀβοριγινέων· ἔχει δὲ ὁ χρηϲμὸϲ οὕτωϲ ϲτείχετε μαιόμενοι Ϲικελῶν Ϲατουρνίαν αἰαν, ἠδ’ Ἀβοριγινέων ίοτύλην, οὗ νᾶϲοϲ ὀχεῖται, οἰϲ ἀναμιχθέντεϲ δεκάτην ἐκπέμψετε Φοίβῳ, καὶ κεφαλὰϲ Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα. ἀλλ’ αὐτὸϲ τῷ χρηϲμῷ μὴ πειθόμενοϲ ταῖϲ προειρημέναιϲ ἐχρήϲατο κλίϲεϲιν.