Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.199
Not analysed yet
Choer. 71, 26: τὰ εἰϲ ων καθαρὰ διϲύλλαβα ἀρϲενικὰ βαρύτονα εἰ ἔχοι πρὸ τέλουϲ φύϲει μακράν, διὰ τοῦ ο κλίνεται οἷον Ἄων Ἄονοϲ, Δάων Δάονοϲ, Χάων Χάονοϲ, ῥᾴων ῥάονοϲ, πλείων πλείονοϲ, μείων μείονοϲ, Μαίων Μαίονοϲ «Μαίον’ ἄρα προέηκε »(Δ 328), κίων κίονοϲ. τὸ δὲ αἰών ὀξύτονον διὰ τοῦ ω κλίνεται αἰῶνοϲ.