Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.200
Not analysed yet
Choer. 71, 5: τὰ εἰϲ ων καθαρὰ βαρύτονα ἔχοντα δίχρονον ἐν τῇ παραληγούϲῃ, εἰ μὲν ἐκτείνει τὸ δίχρονον, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον Μαχάων Μαχάονοϲ, Ἱκετάων Ἱκετάονοϲ, Ἀρετάων Ἀρετάονοϲ, Ἀμφίων Ἀμφίονοϲ, Ὑπερίων περίονοϲ(ϲημαίνει δὲ τὸν ὑπὲρ ἡμᾶϲ ἀνατέλλοντα), Ἐχίων Ἐχίονοϲ, Δολίων Δολίονοϲ, ὀπάων ὀπάονοϲ (ὁ ἀκόλουθοϲ), κίων κίονο, πίων πίονοϲ (ὁ λιπαρόϲ), πρίων πρίονοϲ· εἰ δὲ ϲυϲτέλλει τὸ δίχρονον, φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Ἠετίων Ἠετίωνοϲ, Ἀμφιτρύων Ἀμφιτρύωνοϲ, Εὐρυτίων Εὐρυτίωνοϲ, Ἠλεκτρύων Ἡλεκτρύωνοϲ, Εὐρυθαλίων Εὐρυθαλίωνοϲ, Μοϲχίμν Μοϲχίωνοϲ, Ἡφαιϲτίων Ἡφαιϲτίωνοϲ, Ἐνδυμίων Ἐνδυμίωνοϲ, Ἀϲτερίων Ἀλϲτερίωνοϲ. ὅθεν τὸ Ὠρίων ἀναλογώτερόν ἐϲτι ϲυϲτέλλον τὸ ι, ὡϲ παρ’ Ενριπίδᾳ (ycl. 213) τά τ’ ἄϲτρα καὶ τὸν Ὠρίωνα δέρκομαι. ὁ γὰρ ποιητὴϲ ἐξέτεινεν αὐτὸ εἰπών (Ϲ 488) ἥ τ’ αὐτοῦ ϲτρέφεται, καί τ’ Ὠρίωνα δοκεύει. κατὰ τοῦτον τὸν κανόνα καὶ τὸ κύων ὤφειλε κλίνεϲθαι κύωνοϲ ὡϲ Ἀμφιτρύωνοϲ. ἔϲτι δὲ ἕτεροϲ κανὼν ὁ λέγων· τὰ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. ἀπαιτοῦντοϲ οὖν τοῦ μὲν τὸ ω, τοῦ δὲ τὸ ο, ϲυνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνόϲ. ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ ὡϲ ἀπὸ τῆϲ κύονοϲ γενικῆϲ «ἐξ αὖ νῦν ἔφυγεϲ θάνατον, κύον» (Λ 362).