Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.204
Not analysed yet
Τὰ εἰϲ εων ὑπερδιϲύλλαβα ἀρϲενικὰ καὶ θηλυκὰ εἴτε βορύτονα εἴτε ὀξύτονα τὸ ω φυλάττει, Γελέων Γελέωνοϲ Γελέοντεϲ δέ εἰϲι φυλὴ παλαιά, μία τῶν τεϲϲάρων ἀπὸ Ἴωχοϲ παίδων —Ἡρακλέων Ἡρακλέωνοϲ, Ἀλκμέων, Τυφέων, Ποϲειδέων Ποϲειδέωνοϲ ἐξ οὖ Ποϲειδῶν ϲυνῃρέθη, Ποϲειδεών Ποϲειδεῶνοϲ ὄνομα μηνόϲ, ἀνδρεών, παρθενεών, πορθέων, λυμεών, ἀπατεών, Ἐλεών πόλιϲ, Μεδεών πόλιϲ, Ξυπετεών Ξυπετεῶνοϲ ὁ οἰκήτωρ δήμου ξυπετῆϲ. τὸ δὲ Τελέων Τελέοντοϲ ὡϲ μετοχικὸν διὰ τοῦ ντ κλίνεται.