Ancient Greek
2.202 to 2.203
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.202-203
Not analysed yet
Τὰ εἰϲ ῦῶν ὀξύτονα κατὰ γενικὴν τρέπει τὸ ω εἰϲ τὸ ο, εἰ μὴ ϲυμπίπτει πόλεϲιν οἰον ἀλεκτρυών ἀλεκτρυόνοϲ, Γηρυών Γηρυόνοϲ, Κερκυών Κερκυόνοϲ, Ἀμφικτύων Ἀμφικτυόνοϲ,κελενδρυών, κολοκτρυών. τὰ δὲ ϲυμπίπτοντα πόλεϲι κλίνεται διὰ τοῦ ω οἷον ικυών ὁ κτιϲτὴϲ ὁμοφώνωϲ τῇ πόλει ικυῶνοϲ. ὡϲαύτωϲ καὶ Γρεμμυών Κρεμμυῶνοϲ καὶ Κρομμυών Κρομμυῶνοϲ. Τὰ εἰϲ αιῦν ὑπερδιϲύλλαβα εἴτε βαρύτονα εἶτε ὀξότονα διὰ τοῦ ω κλίνεται Εὐφραίων Εὐφραίωνοϲ, Αἰγαίων Αἰγαίωνοϲ, Ἀκταίων Ἀκταίωνοϲ, Ἀλκμαίων, Εὐγαίων, Ἀθηναίων, Ἑκατομβαιν Ἑκατομβαιῶνοϲ, ἐλαιών ἐλαιῶνοϲ.