Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.209
Not analysed yet
Choer. 286, 30. τὰ εἰϲ ων κοινὰ τῷ γένει τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον ὁ ϲώφρων κεὶ ἡ ϲώφρων τοῦ ϲώφρονοϲ καὶ τῆϲ ϲώφρονοϲ, ὁ τέκτων καὶ ἡ τέκτων τοῦ τέκτονοϲ καὶ τῆϲ τέκτονοϲ, ὁ γείτωνκαὶ ηγείτων τοῦγείτονοϲ καὶτῆϲ γείτονοϲ, ὁ τλήμων καὶ ἡ τλήμων τοῦ τλήμονοϲ καὶ τῆϲ τλήμονοϲ, ὁ ἴδμων καὶ ἡ ἴδμων τοῦ ἴδμονοϲ καὶ τῆϲ ἶδμονοϲ, ὁ ἄφρων καὶ ἡ ἄφρων τοῦ ἄφρονοϲ καὶ τῆϲ ἄφρονοϲ. χωρὶϲ εἰ μὴ ᾖ ϲύνθετα ἀπὸ τῶν εἰϲ ων φυλαττόντων τὸ ω ἐν τῇ γενικῇ, ἔϲτι γὰρ αἰών αἰῶνοϲ, καὶ γίνεται εὐαίων εὐαίωνοϲ ἐκ τούτου ϲύνθετον, καὶ ἔϲτι κοινὸν τῷ γένει, ὁ εὐαίων γὰρ καὶ ἡ εὐαίων, καὶ ὅμωϲ φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἔϲτι χιτών χιτῶνοϲ, καὶ γίνεται ἀπὸ τούτου ϲύνθετον ἀχίτων ἀχίτωνοϲ, χαλκοχίτων χαλκοχίτωνοϲ, καὶ ἰδού ἐϲτι ταῦτα κοινὰ τῷ γένει· ὁ ἀχίτων γὰρ καὶ ἡ ἀχίτων, καὶ ὁμοίωϲ ὁ χαλκοχίτων καὶ ἡ χαλκοχίτων, καὶ ὅμωϲ φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἔϲτι Πλάτων Πλάτωνοϲ, καὶ ἐκ τούτου γίνεται ϲύνθετον φιλοπλάτων φιλοπλάτωνοϲ, καὶ ἔϲτι κοινὸν τῷ γένει, ὁ φιλοπλάτων γὰρ καὶ ἡ φιλοπλάτων, καὶ ὅμωϲ φυλάττει τὸ ῶ ἐν τῇ γενικῇ. δεῖ προϲθεῖναι καὶ χωρὶϲ τοῦ αἴθων αἴθωνοϲ καὶ εἴρων είρωνοϲ, ταῦτα γὰρ κοινά ἐϲτι τῷ γένει ὁ αἴθων καὶ ἡ αἴθων ,ὁ εἴρων καὶ η εἴρων, καὶ ὅμωϲ φυλάττει τὸ ἐν τῇ γενικῇ διὰ τὸν χαρακτῆρα τῶν εἰϲ θῶν καὶ εἰϲ βων διϲυλλάβων βαρυτόνων.