Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.210
Not analysed yet
Choer. 288, 29: τὰ εἰϲ ῶνν ἔχοντα θηλυκὸν διὰ τοῦ αινα διὰ τοῦ ντ κλίνεται, καὶ δῆλον ὅτι τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον δράκων δράκοντοϲ ὅτι καὶ δράκαινα, θεράπων θεράποντοϲ ὅτι θεράπαινα, λέων λέοντοϲ ὅτι λέαινα. καὶ τὰ κύρια δὲ ὀνόματα παρ’ ἡμῖν ἐφύλαξε τὴν αὐτὴν κλίϲιν οἷον Δράκοντοϲ τοῦ τρατονικέωϲ, καὶ Λέοντοϲ, καὶ πάλιν Δράκοντοϲ τοῦ νομοθέτου. πρόϲκειται δὲ «παρ’ ἡμῖν» ἐπειδὴ οἱ Αἰολεῖϲ Δράκονοϲ εἰρήκαϲιν ἐπὶ τοῦ κυρίου ὀνόματοϲ, ἐπὶ γὰρ τοῦ θηρίου καὶ αὐτοὶ δράκοντοϲ λέγουϲι. ϲημειούμεθα δὲ ἐν τῷ κανόνι τούτῳ τὸ Λάκων Αάκωνοϲ, ἔϲτι δὲ ἐθνικόν, τοῦτο γὰρ ἔχον θηλυκὸν διὰ τοῦ ατνα οἷον Λάκαινα οὐ κλίνεται διὰ τοῦ ντ, οὐδὲ γὰρ λέγονται Λάκοντεϲ ἀλλὰ Λάκωνεϲ διὰ τοῦ ω, περὶ οὗ ἔϲτιν εἰπεῖν, ὅτι ὑπάγεται καὶ τῷ κανόνι τῶν ὑποκοριϲτικῶν καὶ τῷ λόγῳ τῶν ἐθνικῶν. τὸ δὲ γείτων καὶ τέκτων ἔχει θηλυκὸν διὰ τοῦ αινα οἷον γείταινα καὶ τέκταινα καὶ οὐ κλίνεται διὰ τοῦ ντ, γείτονοϲ γὰρ καὶ τέκτονοϲ. ἰϲτέον δὲ ὅτι ταῦτα κοινά ἐϲτι τῷ γένει οἰον ὁ γείτων καὶ ἡ γείτων, ὁ τέκτων καὶ ἡ τέκτων· ἀλλ’ οἱ ποιηταὶ καὶ παρωνύμωϲ ποιοῦϲιν αὐτὰ διὰ τοῦ αινα οἷον γείταινα καὶ τέκταινα, γίνεο μοι τέκταινα βίου δαμάτειρά τε λιμοῦ, ὥϲπερ καὶ ἐκ τοῦ θεόϲ γέγονε θέαινα παρωνύμωϲ.