Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.211
Not analysed yet
Τὰ εἰϲ ων βαρύτονα ἐθνικὰ φυλάττει τὸ ω ἐν τῇ γενικῃ οἷον Μίτων Μίτωνοϲ, Ἴτων Ἴτωνοϲ, Καδμείων Καδμείωνοϲ, Ἀργείων Ἀργείωνοϲ, Λάκων Λκωνοϲ, Γύδων Κύδωνοϲ, Καύκων Καύκωνοϲ «καὶ Αελεγεϲ καὶ Καύκωνεϲ δῖοί τε Πελαϲγοί» (Κ 429), Κίκων Κίκωνοϲ· τὸ γὰρ «Κικόνεϲϲι γεγώνευν »(ι 47) καὶ τὸ «Ἰλιόθεν με φέρων ἄνεμοϲ. Κικόνεϲϲι πέλαϲϲεν (ι 39 )διὰ τὸ μέτρον διὰ τοῦ ο ἐκλίθη. ϲεϲημείωται τὸ Μέμνων Μέμνονοϲ· ἐθνικὸν γάρ ἐϲτι καὶ ὅμωϲ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ ὥϲπερ καὶ τὸ κύριον ὄνομα.