Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.219
Not analysed yet
Τὰ εἰϲ ων ἐπὶ πόλεων εἶτε βαρύτονα ῇ εἶτε ὀξύτονα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Κρότων Κρότωνοϲ, Ἀϲκάλων Ἀϲκάλωνοϲ, Ἴτων Ἴτωνοϲ «Ἴτωνά τε μητέρα μήλων »(Β 696), Πυθυῦνν Πυθῶνοϲ, Πλευρών Πλευρῶνοϲ, Ἀντρών Ἀντρῶνοϲ, Καλυδῶν Καλυδῶνοϲ, Ἀμυδών Ἀμυδῶνοϲ. τὸ γὰρ Λακεδαίμων τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξε, λέγω δὴ τοῦ δαίμων δαίμονοϲ καὶ τούτου χάριν διὰ τοῦ ο ἐκλίθη. ϲημειούμεθα δὲ τὸ Ὀλοοϲϲών λοοϲϲόνοϲ «πόλιν Ὀλοοϲϲόνα λευκήν (Β 732) καὶ Ἀνθηδών Ἀνθηδόνοϲ καὶ καθόλου πάντα, ὅϲα ἐϲτὶ ἐπὶ πόλεων εἰϲ δων τῷ η παραληγόμενα ὀξύτονα οἷον Ἰϲϲηδών Ἰϲϲηδόνοϲ, Ἀϲπληδών Ἀϲπληδόνοϲ, Τερηδών Τερηδόνοϲ, ίαρχηδών Καρχηδόνοϲ ἡ ἐν τῇ Λιβύῃ, Καλχηδών Καλχηδόνοϲ ἡ κατὰ Βυζάντιον, ητιϲ καὶ Χαλκηδών καλεῖται· εὑρίϲκομεν γὰρ διφορουμένην τὴν χρῆϲιν. ἔτι δὲ ϲεϲημείωται τὸ Ἑρμιών Ἑρμιόνοϲ καὶ Ἠϊών Ἠϊόνοϲ καὶ βιῶν Ἰβιόνοϲ καὶ τὸ Ϲιδῷν Ϲιδόνοϲ, ὅπερ ϲυναπηνέχθη τοῖϲ εἰϲ δῶν λήγουϲι ῥηματικοῖϲ ἤγουν τῷ ἀλγηδών ἀλγηδόνοϲ, ἀηδών ἀηδόνοϲ, μετέπεϲε δὲ παρ’ μήρῳ (ο 424) Ϲιδῶνοϲ γραφόμενον ὡϲ Ἀντρῶνοϲ, Πλευρῶνοϲ. οἱ δὲ ὕϲτερον τὰϲ ὅλαϲ πλαγίαϲ τῆϲ Ϲιδῶνοϲ τῷ ω μεγάλῳ παραληγομέναϲ προφέρουϲιν.