Ancient Greek
2.220 to 2.221
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.220-221
Not analysed yet
Τὰ εἰϲ βων λήγοντα εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ εἴτε βαρύτονα εἴτε ὀξύτονα διὰ τοῦ ῶ κλίνεται, ϲτίλβων ϲτίλβωνοϲ, Ϲτίβων Ϲτίβωνοϲ, Ϲτράβων Ϲτράβωνοϲ, Ἄμβων Ἄμβωνοϲ, Νάρβων Νάρβωνοϲ, Ϲίρβων Ϲίρβωνοϲ, βουβών βουβῶνοϲ, Ἀλαβών Ἀλαβῶνοϲ, ἀρραβών ἀρραβῶνοϲ. ϲεϲημείωται τὸ Χαρναβῶν περιϲπώμενον διὰ τοῦ ντ κλινόμενον καὶ φυλάττον τὸ ω, Ϲοφοκλῆϲ Τριπτολέμῳ «καὶ Χαρναβῶντοϲ, ὃϲ Γετῶν ἄρχει τανῦν ». Τὰ εἰϲ γων διϲύλλαβα ὀξύτονα μὴ ὄντα περιεκτικὰ μηδὲ ἐπὶ πόλεωϲ διὰ τοῦ ο κλίνεται οἷον πυγών, λαγών, ϲταγών, τὸ δὲ ἀγών ὡϲ περιεκτικὸν καὶ τὸ Ὀργών νῆϲοϲ ὡϲ ἐπὶ πόλεωϲ φυλάττει τὸ ω.