Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.223
Not analysed yet
Choer. 75, 11: τὰ εἰϲ δῶν λήγοντα διϲύλλαβα βαρύτονα διὰ τοῦ ω κλίνεται, εἰ μὴ μετοχικὴν κλίϲιν ἀναδέχεται οἷον κώδων κώδωνοϲ, Φαίδων Φαίδωνοϲ, Φείδων Φείδωνοϲ, Μείδων Μείδωνοϲ (ὀνόματα δὲ ταῦτα κύρια), χλίδων χλίδωνοϲ (οὗτοϲ δὲ λέγεται κόϲμοϲ ὁ περὶ τοὺϲ βραχίοναϲ), τὸ Λάδων (ἔϲτι δὲ ὄνομα ποταμοῦ) ὑπὸ Ἀντιμάχου διὰ τοῦ ω κέκλιται ἀναλόγωϲ οἷον Λάδωνοϲ, ὡϲαύτωϲ δὲ καὶ ὑπὸ Ἐρατοϲθένουϲ ἐκλίθη Λάδωνοϲ· τὸ μέντοι Νέδων τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνει Κόριννα οἷον Νέδοντοϲ, οἱ δὲ περὶ Δίδυμον καὶ Ἀπίωνα διὰ τοῦ ω κλίνουϲιν ἀναλόγωϲ οἷον έδωνοϲ. τὸ Μέδων (ἔϲτι δὲ κύριον ὄνομα) ὁ μὲν ποιητὴϲ Ὅμηρὸϲ διὰ τοῦ ντ κλίνει οἶον Μέδοντοϲ τῷ λόγῳ τῶν μετοχικῶν, Ἰϲαῖοϲ δὲ ὁ ῥήτωρ καὶ Ἀριϲτοτέληϲ ἐν Ὀπουντίων Πολιτείᾳ ίέδωνόϲ φαϲιν ἀναλόγωϲ. τὸ δὲ κνώδων τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ κλίνεται, καὶ ἴϲωϲ ὅτι ϲύνθετόν ἐϲτι παρὰ τὸ ὀδούϲ ὀδόντοϲ καὶ τὴν τοῦ ἁπλοῦ ἐφύλαξε κλίϲιν οἰον ὡϲ παρὰ τῷ Ϲοφοκλεῖ (Ai. 1025) τοῦδ’ αἰόλου κνώδοντοϲ ἀντὶ τοῦ ξίφουϲ.