Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.222
Not analysed yet
Τὰ εἰϲ γῶν λήγοντα ἀρϲενικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα διὰ τοῦ ω κλίνεται ἢ διὰ τοῦ οντ οἷον Ϲαλάγγων Ϲαλάγγωνοϲ μέϲφα Ϲαλάγγωνοϲ ποταμοῦ» (Apoll. Rhod. Arg. lV 337), Ἐρίγων Ἐρίγωνοϲ, ἀρίγων ἀρίγωνοϲ (ἔϲτι δὲ εἶδοϲ δόρατοϲ), προάγων προάγωνοϲ· Θὐκαλέγων ὐκαλέγοντοϲ, Πελάγων Πελάγοντοϲ, Ἁρπάγων Ἀρπάγοντοϲ τῷ λόγῳ τῶν μετοχικῶν. τὸ δὲ καταπύγων βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν εἰχεν ἀφορμὴν τὸ παρώνυμον εἰναι τοῦ κατάπυγοϲ ὡϲ καὶ τοῦ ἄπειροϲ τὸ ἀπείρων. τὰ δὲ ὀξύτονα διὰ τοῦ ο κλίνεται Παφλαγών Παφλαγόνοϲ, αιϲτρυγν Λαιϲτρυγόνοϲ, Πηλαγών Ππλαγόνοϲ «Πηλαγόνων ἐλατῆρα», ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ ϲυμμάχου ἀρϲενικῶϲ «ἀρηγόνοϲ μετέροιο »,Πηλεγών Πηλεγόνοϲ.