Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.225
Not analysed yet
Choer. 75, 30: τὰ εἰϲ δων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα μὴ ὄντα παρώνυμα μηδὲ ϲύνθετα παρὰ τὸ ὀδούϲ διὰ τοῦ ν κλίνεται καὶ δηλονότι τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἰον Κελάδων Κελάδοντοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Λαομέδων αομέδοντοϲ, Αὐτομέδων Αὐτομέδοντοϲ (ὀνόματα δὲ καὶ ταῦτα κύρια), Ἀκήδων Ἀκήδοντοϲ ὄνομα ποταμοῦ, Ϲαρπήδων Ϲαρπήδοντοϲ (ἔϲτι δὲ ὄνομα κύριον)· ἡ Ϲαρπηδόνοϲ γενικὴ ἀπὸ τῆϲ Ϲαρπηδὼν ὀξυτόνου εὐθείαϲ ἐϲτί. πρόϲκειται «μὴ ὄντα παρώνυμα», ἐπειδὴ τὰ παρώνυμα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ. οἷον κόρυδοϲ Κορύδων Κορύδωνοϲ (ἔϲτι δὲ ὄνομα κύριον), κίναδοϲ Κινάδων Κινάδωνοϲ, κέλαδοϲ Κελάδων Κελάδωνοϲ· τὸ γὰρ Γελάδοντοϲ μετοχικόν ἐϲτι. καὶ τὰ παρὰ τὸ ὀδούϲ δὲ ϲύνθετα διὰ τοῦ ντ κλίνεται καὶ δηλονότι τρέπει τὸ ῦ εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἰον Θερμώδων Θερμώδοντοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Παμπάδων Παμπάδοντοϲ, Χαλκώδων Χαλκώδοντοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια), ἀμφώδων αμφώδοντοϲ, κρατερώδων κρατερώδοντοϲ, χαυλιόδων χαυλιόδοντοϲ. ταῦτα δὲ παρὰ τὸ ὀδούϲ ϲύνθετα πολλάκιϲ πέφυκε διὰ τὸ μέτρον ἀποβάλλειν τὸ τ ἐκ τῆϲ γενικῆϲ καὶ φυλάττει τὸ ο οἷον ἀμφώδων ἀμφώδοντοϲ καὶ ἀμφώδων ἀμφώδονοϲ.