Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.226
Not analysed yet
Τὰ εἰϲ δων λήγοντα ὀξύτονα ὑπὲρ δύο ϲυλλαβὰϲ τρέπει τὸ ω εἰϲ ο κατὰ γενικὴν οἰον χελιδών χελιδόνοϲ εἴτε τὸ ὄρνεον εἴτε ὁ περὶ τελετῶν γράψαϲ, Ϲαρπηδών Ϲαρπηδόνοϲ εἴτε ὁ ηρωϲ εἴτε ἡ πέτρα εἴτε ἡ ἀκτὴ εἴτε ἡ νῆϲοϲ (ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Αίχμαλωτίϲι εἴρηται «Ϲαρπηδὼν ἀκτή», ἐν Τυμπανιϲταῖϲ «ἡμεῖϲ δ’ ἐν ἄντροιϲ, ἔνθα Ϲαρπηδὼν πέτρα». καὶ ἡ νῆϲοϲ ἰδίωϲ ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖϲα ὡϲ ὁ τὰ Κύπρια φηϲί· τῷ δ’ ὑποκυϲαμένη τέκε Γοργόναϲ, αἰνὰ πέλωρα, αἰ Ϲαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆϲον πετρήεϲϲαν). Τενθρηδών, Πρόθου πατήρ, Φαρκηδῶν, Ἀπιδών, ὅυρμιιδών, Ἰϲϲηδῶν, Ἀϲπληδών, Μακεδών καὶ καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίϲιν ἔχει. τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεϲχαίνειϲ ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν. δεῖ προϲθεῖναι «χωρὶϲ εἰ μὴ παραλήγοιτο τῷ υγοιτο διὰ τὸ Καλυδών Καλυδῶνοϲ καὶ Ἀμυδών Ἀμυδῶνοϲ.