Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.238
Not analysed yet
Choer. 80, 10: τὰ εἰϲ ων λήγοντα προηγουμένου ἀμεταβόλου κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται οἷον πρόφρων πρόφρονοϲ (ὁ πρόθυμοϲ) ὁ πρόφρων καὶ ἡ πρόφρων, ἄφρων ἄφρονοϲ ὁ ἄφρων καὶ ἡ ἄφρων, αμων αἱμονοϲ ὁ αμων καὶ ἡ οἵμων· ϲημαίνει δὲ τὸν ἔμπειρον, οἰκτίρμων οἰκτίρμονοϲ, ἐλεήμων, εὐδαίμων, ἀπείρων. ϲεϲημείωται τὸ εἴρων εἴρωνοϲ, ὅτι κοινὸν τῷ γένει ὄν φυλάττει τὸ ω. ἔχει δὲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰϲ ων ἔχοντα τὸ ρ διϲύλλαβα ἁπλᾶ μὴ ἔχοντα οὐδέτερον φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Μάρων Χείρων Νέρων.