Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.237
Not analysed yet
Choer. 79, 22: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα κύρια ἔχοντα πρὸ τοῦ ῦ ἕν τι τῶν ἀμεταβόλων φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, Ἕρμων ρμωνοϲ, Τίμων Πίμωνοϲ, όνων Κόνωνοϲ, Ῥήμων Ῥόμωνοϲ, Ϲίνων Ϲίνωνοϲ, Φαίνων Φαίνωνοϲ, Ζήνων Ζήνωνοϲ, Μόλων Μόλωνοϲ, Δόλων Δόλωνοϲ, Φίλων Φίλωνοϲ, Γέλων Γέλωνοϲ, Πέλ. λων Πέλλωνοϲ, Πύλων Πύλωνοϲ, Χέλλων Χέλλωνοϲ, Θήρων Θήρωνοϲ, Χάρων Χάρωνοϲ, Χείρων Χείρωνοϲ (ἐπὶ τοῦ Κενταύρου· τὸ γὰρ ϲυγκριτικὸν τρέπει τὸ ω εἰϲ τὸ ο ἐπὶ τῆϲ γενικῆϲ οἷον χείρονοϲ, ἐπὶ τοῦ ἐλάττονοϲ), λαυρων Μαύρωνοϲ, Κέρων Νέρωνοϲ, Νάρων άρωνοϲ (ποταμόϲ)· τὸ γὰρ «Νάρονοϲ ὄχθαϲ» παρὰ τῷ Νικάνδρῳ (Ther. 607) διὰ τὸ μέτρον ϲυνεϲτάλη τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ. ϲεϲμαίωται τὸ Πάμμων Πάμμονοϲ διὰ τοῦ ο κλιθὲν οἷον «Πάμμονά τ’ Ἀντίφονόν τε» (250) (ἔϲτι δὲ ὄνομα κύριον). τὰ παρὰ τὸ φρήν φρενόϲ γινόμενα τρέπει τὸ ῦ εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον ἄφρων ἄφρονοϲ, ϲώφρων ϲὡφρονοϲ, υκόφρων Λυκόφρονοϲ (ἔϲτι δὲ ὄνομα κύριον), περίφρων περίφρονοϲ (ὁ ϲυνετόϲ), δαΐφρων δαῖφρονοϲ, ἐχέφρων ἐχέφρονοϲ (ϲημαίνει δὲ ταῦτα τὸν ϲυνετόν).