Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.240
Not analysed yet
Τὰ εἰϲ λων λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἀρϲενικὰ ὀξύτονά τε καὶ βαρύτονα φυλάττει τὸ οἷον Ἀπόλλων Ἀπόλλωνοϲ, Ἀϲκάλων Ἀλϲκάλωνοϲ, ἀφ’ οὗ καὶ ἡ πόλιϲ, Κεφάλων Κεφάλωνοϲ, Καϲτάλων Καϲτάλωνοϲ ὄνομα πόλεωϲ, Βαβυλών Βαβυλῶνοϲ, ἀμπελών ἀμπελῶνοϲ, καμηλών καμηλῶνοϲ. τὸ δὲ μιμαλλών διὰ τοῦ ο κλινόμενον οὐ μάχεται θηλυκὸν ὄν δηλοῖ γὰρ τὰϲ μαινάδαϲ. τὸ δὲ Ἀτιτάλλων τῶν μετοχῶν ἐφύλαξε τὴν κλίϲιν ὡϲ Ἀτιτάλλοντοϲ. ὁ γὰρ τοιοῦτοϲ χαρακτὴρ μετοχῶν ἐϲτιν, ἰάλλων, ἰνδάλλων, ἀταϲθάλλων, ἀγάλλων.