Ancient Greek
2.241 to 2.249
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.241-249
Not analysed yet
Τὰ εἰϲ μων διϲύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ μ ἀμετάβολον μὴ ὄντα κύρια διὰ τοῦ ο κλίνεται οἷον τέρμων τέρμονοϲ, χάρμων χάρμο νοϲ, ϲίρμων ϲίρμονοϲ· τὸ δὲ Ϲάλμων Ϲάλμωνοϲ καὶ Ἄμμων Ἄλμμωνοϲ κύρια. Τὰ εἰϲ μων διϲόλλαβα ἔχοντα πρὸ τοῦ μ ϲύμφωνον κατὰ ϲύλληψιν τρέπει τὸ ω Λάκμων Λάκμονοϲ ἡ κορυφὴ τοῦ ὄρουϲ, φράδμων φράδμονοϲ, ἴδμων ἴδμονοϲ, ἄκμων ἄκμονοϲ ἐπί τε κυρίου καὶ προϲηγορικοῦ. Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα α βραχεῖ εἶτε ὀξύτονα εἴτε βαρύτονα διὰ τοῦ ω κλίνεται Τελαμών Τελαμῶνοϲ, καλαμών, πλαταμών, Ποτάμων Ποτάμωνοϲ, Ναϲάμων Nαϲάμωνοϲ. ϲεϲημείωται τὸ τεράμων τεράμονοϲ διὰ τοῦ ὁ κλινόμενον. Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν βραχεῖαν ὑπεϲταλμένηϲ τῆϲ εἰϲ α παραλήξεωϲ βαρύτονα διὰ τοῦ ω κλίνεται οἶον Ἀρτέμων, Πολέμων, Διδύμων. τὰ δὲ ὀξύτονα διὰ τοῦ ονοϲ κλίνεται οἷον δαιτυμών δαιτυμόνοϲ, Ἰτυμών Ἰτυμόνοϲ, κηδεμών, ἀκρεμών, ἐθνυμών. Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρᾷ παραληγόμενα βαρύνεται νεται καὶ διὰ τοῦ ο κλίνεται οἷον ἀμύμων ἀμύμονοϲ, ἐγκύμων ἐγκύμονοϲ, Φιλήμων, Ἡγήμων. Τὰ εἰϲ νων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ὡϲ ἐπὶ τὸ πλεῖϲτον μετοχικά ἐϲτι καὶ τὴν τῶν μετοχῶν κλίϲιν ἀναδέχεται οἶον Ὑγιαίνων Ὑγιαίνοντοϲ ὄνομα ἰατροῦ, Αὐξάνων Αὐξάνοντοϲ ὄνομα κύριον. τὸ ἀμείνων ἀμείνονοϲ ϲυγκριτικὸν τὴν τῶν ϲυγκριτικῶν κλίϲιν ἐφύλαξεν. Τὰ εἰϲ νῶ ὀξύτονα φυλάττει τὸ ω, Κραννών Κραννῶνοϲ, δαφνών δαφνῶνοϲ, ξενών, πλατανών, τὸ δὲ κανών τρέπει τὸ ω εἰϲ ο κανόνοϲ. Τὰ εἰϲ ρων ὀνόματα διϲύλλαβα μὴ ὄντα ϲυγκριτικὰ φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ οἷον Μύρων Μύρωνοϲ, Χάρων Χάρωνοϲ. τὸ οὖν γέρων οὐκ ἐφύλαξε τὸ ω, διότι ἡ (immo ὡϲ) μετοχὴ ἐκλίθη. ϲυνηκολούθηϲε γὰρ τῇ φέρων φέροντοϲ. Τὰ εἰϲ βῶν ὀνόματα ὑπερδιϲύλλαβα βαρύτονα διὰ τοῦ ο κλίνεται οἷον Ὑπείρων Ὑπείρονοϲ «Ὑπείρονα ποιμένα λαῶν» (Ε 144), τὸ δὲ Ἱέρων Ἰέρωνοϲ διὰ τοῦ ω κλίνεται, ἔϲτι γὰρ παρώνυμον παρὰ τὸ ἱερόϲ, τὸ δὲ Ἀχέρων Ἀχέροντοϲ ὡϲ μετοχὴ ἐκλίθη.