Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.253
Not analysed yet
Choer. 293, 17 :ἄξιον δέ ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐν τῇ λέουϲι δοτικῇ τῶν πληθυντικῶν τὸ υ ἐπλεόναϲε καὶ μὴ ἄλλο φωνῆεν καὶ ἔϲτιν εἰπεῖν ὅτι διὰ τοῦτο τὸ υ ἐπλεόναϲεν, ἐπειδὴ τὸ ο διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεϲθαι πέφυκεν οἶον τύπτοντοϲ τύπτουϲα, λέγοντοϲ λέγουϲα, γράφοντοϲ γράφουϲα, καὶ αὐτὸ δὲ τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ο καὶ υ γράφεται καὶ ἐκφωνεῖται· τὸ δὲ ἑ ἐκ τῆϲ προϲθήκηϲ τοῦ ι, ἤγουν ἐκ τοῦ ἐναντίου, πέφυκε μεγεθύνεϲθαι οἷον τυφθέντοϲ τυφθεῖϲα, δαρέντοϲ δαρεῖϲα, νυγέντοϲ νυγεῖϲα, καὶ αὐτὸ δὲ τὸ ε, τὸ ὄνομα τοῦ ϲτοιχείου, διὰ τοῦ ἑ καὶ ι γράφεται καὶ ἐκφωνεῖται. ἐπειδὴ οὖν διὰ τῆϲ προϲθήκηϲ τοῦ υ πέφυκε μεγεθύνεϲθαι τὸ ο, τούτου χάριν ἐν τῇ λέουϲι δοτικῇ τῶν πληθυντικῶν τὸ υ ἐπλεόναϲεν καὶ οὐκ ἄλλο φωνῆεν.