Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.254
Not analysed yet
Καὶ πάλιν ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ ο προϲέλαβε τὸ υ ἐν τῇ λέουϲι δοτικῇ καὶ μὴ μᾶλλον ἐτράπη τὸ ο εἰϲ τὸ ω. ἔϲτιν οὖν εἰπεῖν ὅτι οὐκ ἠδύνατο τραπῆναι τὸ ο εἰϲ τὸ ω ἐν τῇ λέουϲι. δοτικῇ, ἐπειδὴ ἡνίκα ἔχη ἡ δοτικὴ τῶν πληθυντικῶν τὸ ω, καὶ ἡ δοτικὴ τῶν ἑνικῶν αὐτὸ ἔχει οἶον Τρύφωνι Τρύφωϲι, Πλάτωνι Πλάτωϲι, Θέωνι Θέωϲι, Δίωνι Δίωϲι· τῆϲ οὖν δοτικῆϲ τῶν ἑνικῶν τῆϲ λέοντι διὰ τοῦ ο οὕϲηϲ, πῶϲ δύναται ἡ δοτικὴ τῶν πληθυντικῶν διὰ τοῦ ω εἶναι; ὅτε γὰρ ἡ δοτικὴ τῶν ἑνικῶν τὸ ο ἔχει, καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν τὸ ο ἔχει οἶον ϲώφρονι ϲώφροϲι, γείτονι γείτοϲι, τέκτονι τέκτοϲι. προϲλαμβάνει οὖν τὸ υ ἡ δοτικὴ τῶν πληθυντικῶν καὶ γίνεται λέουϲι, καὶ λοιπὸν φυλάττει τὸ ο τῆϲ δοτικῆϲ τῶν ἑνικῶν, καὶ μείζονα χρόνον εὑρίϲκεται ἔχουϲα κατὰ τὴν παραλήγουϲαν τῆϲ παραληγούϲηϲ τῶν ἄλλων πτώϲεων.