Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.255
Not analysed yet
Περὶ τῶν εἰϲ ξ. Choer. 302, 14: τὰ εἰϲ ξ καὶ εἰϲ ψ τὸ φωνθεν τὸ ἐν τῇ εὐθείᾳ φυλάττει καὶ ἐν τῇ γενικῇ οἷον νάρθηξ νάρθηκοϲ, ϲκώληξ ϲκώληκοϲ, Κύκλωψ Κύκλωποϲ, μώλωψ μώλωποϲ, χωρὶϲ τοῦ ἀλώπηξ ἀλώπεκοϲ (τοῦτο γὰρ ἔτρεψε τὸ η εἰϲ τὸ o ἐν τῇ γενικῇ). καὶ ἀντιϲτρέφει ὁ κανών· δύναται γάρ τιϲ εἰπεῖν ὅτι καὶ τὸ φωνῆεν τὸ ἐν τῇ γενικῇ ἐϲτι καὶ ἐν τῇ εὐθείᾳ ἐπὶ τῶν εἰϲ διπλοῦν ληγόντων, οἷον ἡ Πέλοποϲ γενικὴ διὰ τοῦ ο ἔχει γραφήν, ἀλλὰ καὶ ἡ Πέλοψ εὐθεῖα ὁμοίωϲ διὰ τοῦ ο γράφεται, καὶ πάλιν Κύκλωποϲ διὰ τοῦ ω καὶ Κύκλωψ ὁμοίωϲ· χωρὶϲ τοῦ ἀλώπηξ ἀλώπεκοϲ. ἔχει δὲ ταῦτα τὰ εἰϲ διπλοῦν λήγοντα ϲύμφωνον τὴν κλίϲιν ἢ διά δαϲέοϲ ἢ ψιλοῦ ἢ μέϲου. καὶ τὰ μὲν εἰϲ ξ διὰ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐκφέρεται, τουτέϲτι διὰ τοῦ γ ἢ κ ἢ χ· οἷον ὄρτυξ ὄρτυγοϲ, κόραξ κόρακοϲ, ὄνυξ ὄνυχοϲ τὰ δὲ εἰϲ ψ λήγοντα διὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐκφέρεται, τουτέϲτι διὰ τοῦ β ἢ ἢ φ οἷον Ἄραψ Ἄραβοϲ, κύκλωψ κύκλωποϲ, Κῖνυψ Κίνυφοϲ.