Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.259
Not analysed yet
Τα εἰϲ ξ λήγοντα μονοϲύλλαβα ἔχοντα ἕν τι τῶν φύϲει μακρῶν διὰ τοῦ κ κλίνεται, πτώξ πτωκόϲ, ὁ λαγωόϲ, ὤλξ ὠλκόϲ, πρώξ πρωκόϲ, βῶξ βωκόϲ, κήξ κηκόϲ καὶ ϲφήξ ϲφηκόϲ. ἡμάρτηται ἄρα τὸ βήξ βηχόϲ διὰ τοῦ χ· τινὲϲ δὲ εἶπον καὶ βηκόϲ. ἀλλ’ οὐχ εὕρηται ἐν χρήϲει· δεῖ δὲ κατὰ πάντα τὰϲ τῆϲ χρήϲεωϲ φωνὰϲ τηρεῖν.