Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.260
Not analysed yet
Τὰ εἰϲ ξ λήγοντα μονοϲύλλαβαἔχοντα ἕν τι τῶν φύϲει βραχέων διὰ τοῦ κ κλίνεται, κρέξ κρεκόϲ, δόρξ δορκόϲ, κρόξ κροκόϲ, ἔνθεν ἡ αἰτιατικὴ «πολλὴν κρόκα» (Hes. Opp. 538), πρόξ προκόϲ. τί οὖν τὸ φλόξ; οὐκ ἔϲτι μόνον, ἀλλὰ καὶ τὸ Λέξ Λεγόϲ· ἐπεὶ ταῦτα ῥηματικά ἐϲτι, τὸ μὲν ἀπὸ τοῦ φλέγω, τὸ δὲ ἀπὸ τοῦ λέγω. ἐπεὶ οὖν τὰ ῥήματα διὰ τοῦ γ ἐϲτίν, ὁμοίωϲ καὶ τὰ ὀνόματα· ἢ καὶ ἄλλωϲ, ἐπεὶ τὸ λ ἔχει, οὐδὲν δὲ τῶν ἄλλων τὸ λ εἶχεν· ὥϲτε οὖν κατὰ δύο τρόπουϲ παραλλάϲϲεται ἢ ἀπὸ γενέϲεωϲ ἢ ἀπὸ ϲτοιχείου τοῦ λ.