Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.261
Not analysed yet
Choer. 303, 28: τὰ εἰϲ αξ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ διὰ τοῦ κ κλίνεται οἷον θώραξ θώρακοϲ, φύλαξ φύλακοϲ, κόραξ κόρακοϲ, ἄναξ ἄνακοϲ (καὶ πλεοναϲμῷ τοῦ τ ἄνακτοϲ), αὖλαξ αὔλακοϲ, πῖδαξπίδακοϲ (ϲημαίνει δὲ τὴν πηγήν), κλῖμαξκλίμακοϲ. πρόϲκειται «ἁπλᾶ» διὰ τὰ ϲύνθετα οἷον διὰ τὸ ἀποϲφάξ ἀποϲφάγοϲ (ἔϲτι δὲ παρὰ τὸ ϲφάζω), νεκρο βαϲτάξ νεκροβαϲτάγοϲ (ἔϲτι δὲ παρὰ τὸ βαϲτάζω). ϲύνθετα δὲ δεῖ νοεῖν οὐχὶ τὰ ἀπὸ τῶν εἰϲ αξ ἁπλῶν ϲύνθετα, ἀλλὰ τὰ ἀπὸ ἄλλων τινῶν ϲύνθετα, ὡϲ ἐπὶ τοῦ ἀποϲφάξ καὶ νεκροβαϲτάξ. τὰ γὰρ ἀπὸ τῶν εἰϲ αξ ἁπλῶν ϲύνθετα τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον φύλαξ φύλακοϲ χαρτοφύλαξ χαρτοφύλακοϲ, θώραξ θώρακοϲ λινοθώραξ λινοθώρακοϲ, Φαίαξ Φαίακοϲ φιλοφαίαξ φιλοφαίακοϲ, ἅρπαξ ἅρπαγοϲ φιλάρπαξ φιλάρπαγοϲ. ϲεϲημείωται τὸ ἅρπαξ ἅρπαγοϲ διὰ τοῦ γ κλιθὲν καὶ τὸ κέκραξ κέκραγοϲ (ϲημαίνει δὲ τὸν κρακτικόν), ἔχει δὲ ἀπολογίαν τοῦ διὰ τοῦ γ κλίνεϲθαι, ὅτι παράκειται αὐτοῖϲ ῥῆμα εἰϲ ζω λῆγον, φημὶ δὴ τὸ ἁρπάζω κα κράζω. τὰ δὲ εἰϲ ξ λήγοντα ἔχοντα ῥῆμα ἀντιπαρακείμενον εἰϲ ζω λῆγον διὰ τοῦ γ κλίνεται οἷον βαϲτάζω νεκροτιπαρακείμενον νεκροβαϲτάγοϲ, ϲφάζω ἀποϲφάξ ἀποϲφάγοϲ, μαϲτίζω μάϲτιξ μάϲτιγοϲ· οὕτωϲ οὖν καὶ ἁρπάζω ἅρπαξ ἅρπαγοϲ καὶ κράζω κέκραξ κέκραγοϲ. ἔτι ϲεϲημείωται τὸ Ἄτραξ Ἄτραγοϲ (ἔϲτιν δὲ ἔθνοϲ) διὰ τοῦ κλιθέν, ὡϲ Εὔπολιϲ «εἰϲ Ἄτραγα νύκτωρ »,περὶ οὖ ἔϲτιν εἰπεῖν ὅτι τοῦτο ἀναλογώτερόν ἐϲτι διὰ τοῦ κ κλινόμενον οἶον Ἄτρακοϲ, ὡϲ παρὰ Καλλιμάχῳ Ἀτράκιον δὲ (an δ’ ὄρ’?) ἔπειτα λυκοϲπάδα πῶλον ἐλαύνει, καὶ παρὰ Λυκόφρονι (v. 1309) καὶ δευτέρουϲ ἔπεμψαν Ἄτρακαϲ λύκουϲ».