Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.265
Not analysed yet
Choer. 80, 16: τὰ εἰϲ υξ διϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα ἁπλᾶ μὴ ὄντα θηλυκὰ διὰ τοῦ κ κλίνεται οἷον αἶθυξ αἴθυκοϲ (ὁ εὐκίνητοϲ) παρὰ τὸ αἰθύϲϲω (ἔϲτι δὲ καὶ ὄνομα ἔθνουϲ καὶ κύριον), βαῖβυξ βαίβυκοϲ (βαίβυκεϲ δὲ λέγονται οἱ πελεκᾶνεϲ), δοῖδυξ δοίδυκοϲ (ὁ τριβεύϲ), θρᾶνυξ θράνυκοϲ (ἐπὶ τοῦ θρόνου παρὰ Κορίννῃ), θρῆνυξ θρήνυκοϲ (ἐπὶ τοῦ αὐτοῦ, καὶ ἔϲτιν ἡ χρῆϲιϲ παρ’ Εὐφορίωνι ἐν Πολυχάρει), ἰβυξ ἴβυκοϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου), ἶδυξ ἴδυκοϲ (ἐπὶ τῆϲ ἴκτιδοϲ, ὡϲ Ἀλέξανδροϲ ὁ Μόνδιοϲ), κῆρυξ κήρυκοϲ, Κῆϋξ Κήϋκοϲ (ἔϲτι δὲ ὄνομα κύριον), κῶδυξ κώδυκοϲ (ἐπὶ τοῦ κωδύου), Νᾶρυξ Νάρυκοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ)· τὸ βλῖτυξ βλίτυγοϲ (ϲημαίνει δὲ τὴν βδέλλαν) καὶ τὸ ἦλυξ ἤλυγοϲ (ϲημαίνει δὲ τὴν ϲκιάν) διὰ τοῦ γ κλιθέντα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ μόνωϲ θηλυκά ἐϲτι καὶ ἐφυλάξατο αὐτὰ ὁ κανών. πρόϲκειται «ἁπλᾶ» διὰ τὸ μῶνυξ μώνυχοϲ ϲύνθετον, καὶ διὰ τοῦ χ κλίνεται· μῶνυξ δέ ἐϲτιν ὁ ἔχων ἕνα ὄνυχα, οἱονεὶ μονόνυξ.