Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.266
Not analysed yet
Τὰ εἰϲ υξ διϲύλλαβα ἔχοντα ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἢ β ἢ γ ἢ δ ἢ π διὰ τοῦ κ κλίνεται οἷον Βέβρυξ Βέβρυκοϲ (ἔϲτι δὲ ἔθνοϲ), βόμβυξ βόμβυκοϲ (ἔϲτι δὲ γένοϲ αὐλοῦ, καὶ θηρίδιά τινα καὶ ζῷον ἀφ’ οὗ τὰ βομβύκινα, κατὰ Λάκωναϲ δὲ ϲτάμνον δηλοῖ), ἶβυξ ἴβυκοϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου), Ϲάμβυξ Ϲάμβυκοϲ (κύριον ἔϲτι δὲ καὶ ποταμὸϲ καὶ ἔθνοϲ), δοῖδυξ δοίδυκοϲ, ἶδυξ ἴδυκοϲ, Ἄμπυξ Ἄμπυκοϲ (κύριον ὄνομα καὶ κόϲμοϲ, ἤγουν κεφαλοδέϲμιον, καὶ τροχόϲ).