Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.267
Not analysed yet
Τὰ εἰϲ υξ τῷ ε παραληγόμενα ἔχοντα ἐν τῇ ἑξῆϲ ϲυλλαβῇ ἀμετάβολον διὰ τοῦ κ κλίνεται, μὴ πεφυκότα ὀξύνεϲθαι εἰ μὴ μόνον θηλυκὰ ὄντα. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Βέβρυξ Βέβρυκοϲ, Ἕρνξ ’Ἕρυκοϲ (ὁ ἥρωϲ καὶ ἡ πόλιϲ παρὰ τῷ Ἐρατοϲθένει)· πτέρυξ δὲ πτερύγοϲ διὰ τοῦ γ καὶ ὅτι μόνον θηλυκόν ἐϲτι καὶ ὅτι πέφυκεν ὀξύνεϲθαι· οὕτωϲ γὰρ καὶ ἀνεγνώϲθη παρὰ τῷ ποιητῇ ἡ γενικὴ παροξυτόνωϲ, ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ «πτερύγοϲ λάβεν ἀμφιαχυῖαν» (B 316).