Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.270
Not analysed yet
Τὰ εἰϲ υξ ἔχοντα τὸ ο ἐν τῇ παραληγούϲῃ μὴ ἐπιφερομένου τοῦ ν μηδὲ ἔχοντα ἐν τῇ ἐπιφερομένῃ ϲυλλαβῇ τὸ β διὰ τὸ βόμβυξ βόμβυκοϲ καὶ κόμβυξ κόμβυκοϲ, διὰ τοῦ γ κλίνεται· εἰ δὲ ἐπιφέρεται τὸ ν, διὰ τοῦ χ κλίνεται. οἷον κόκκυξ κόκκυγοϲ, Μόρτυξ Μόρτυγοϲ (βαϲιλεὺϲ Κερκυραίων), τὸ ὄρτυξ τινὲϲ δὲ ὄρτυγόϲ φαϲι διὰ τοῦ γ Φιλήμων δὲ διὰ τοῦ κ φηϲὶν ὄρτυκοϲ, ὄρυξ ὄρυγοϲ, πομφόλυξ πομφόλυγοϲ, ϲτόρθυγξ ϲτόρθυγγοϲ (πᾶν εἰϲ ὀξὺ λῆγον) διῶνυξ διώνυχοϲ διὰ τοῦ χ, ϲτόνυξ ϲτόνυχοϲ καὶ ἀκρόνυξ ἀκρόνυχοϲ (τὸ ἄκρον τῆϲ νυκτόϲ) καὶ μεϲόνυξ μεϲόνυχοϲ (εἷϲ τῶν ἑπτὰ πλανήτων παρὰ τοῖϲ Πυθαγορείοιϲ ὀνομάζεται, μέμνηται Ϲτηϲίχοροϲ) ταῦτα δὲ ἔχει τὸ ο ἐπιφερομένου τοῦ ν.