Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.271
Not analysed yet
Τὰ εἰϲ υξ θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ γ κλίνεται, χωρὶϲ εἰ μὴ λόγῳ ἑτέρῳ ἀκολουθεῖ οἷον ἄντυξ ἄντυγοϲ (ἡ περιφέρεια τοῦ ἅρματοϲ), βαῖτυξ βαίτυγοϲ (ϲημαίνει δὲ τὴν βδέλλαν), βλέκυξ βλέκυγοϲ (ἡ φλυαρία), ἦλυξ ἤλυγοϲ (ἡ ϲκιά, λέγεται δὲ καὶ ἠλύγη καὶ ἐπηλυγιϲμόϲ ὁ ἐπιϲκιαϲμόϲ), πομφόλυξ πομφόλυγοϲ, πτέρυξ πτέρυγοϲ, φάρυξ φάρυγοϲ, φεψάλυξ φεψάλυγοϲ, ψάλυξ ψάλυγοϲ, (τὰ δύο δὲ τὸ αὐτὸ ϲημαίνει, φημὶ δὴ τὸν ϲπινθῆρα). τὸ δὲ ἄμπυξ ἄμπυκοϲ καὶ κάλυξ κάλυκοϲ τοῖϲ προλεχθεῖϲι κανόϲι διὰ τοῦ κ κλίνεται.