Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.275
Not analysed yet
Τὰ εἰϲ ωξ ἁπλᾶ διὰ τδῦ κ κλίνεται οἶον πτώξ πτωκόϲ (ϲημαίνει δὲ τὸν λαγωόν), βῶξ βωκόϲ (ἐϲτι δὲ εἶδοϲ ἰχθύοϲ, ὅϲτιϲ ἱϲτορεῖται ἔχων βοήν· γέγονε δὲ τοῦτο παρὰ τὸ βοή βόαξ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω βῶξ). πρόϲκειται «ἁπλὰ» διὰ τὰ ϲύνθετα οἶον διὰ τὸ κυαμοτρώξ κυαμοτρῶγοϲ, τοῦτο δὲ τοῦ τρώγω τὸ ϲύμφωνον κατὰ τὴν κλίϲιν ἐφύλαξε. τὸ δὲ θηροδίωξ καὶ αἰγοδίωξ ἀπὸ τοῦ διώκω ϲυντεθέντα διὰ τοῦ κ κλίνεται τὸ γὰρ ϲύμφωνον τοῦ διώκω ῥήματοϲ κατὰ τὴν κλίϲιν ἐφύλαξεν. ϲεϲημείωται τὸ ῥώξ ῥωγόϲ, τοῦτο γὰρ διὰ τοῦ γ ἐκλίθη (ῥώξ δέ ἐϲτιν εἶδοϲ φαλαγγίου, ὅ ἐϲτιν εἶδοϲ ϲκορπίου) ἐπὶ γὰρ τῆϲ ϲταφυλῆϲ ῥάξ ῥαγόϲ λέγεται θηλυκῶϲ. εὑρίϲκομεν δὲ καὶ ἐπὶ τῆϲ ϲταφυλῆϲ διὰ τοῦ ω λεγόμενον ῥώξ ῥωγόϲ παρὰ Ἀρχιλόχῳ.