Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.276
Not analysed yet
Choer. 306, 11: τὰ εἰϲ διπλοῦν λήγοντα ϲύμφωνον τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ κόραξ ὦ κόραξ, ὁ Φαίαξ ὦ Φαίαξ, ὁ θώραξ ὦ θώραξ, ὁ τέττιξ ὦ τέττιξ, ὁ πέρδιξ ὦ πέρδιξ, ὁ κύκλωψ ὦ κύκλωψ, ὁ Αἰθίοψ ὦ Αἰθίοψ, ὁ Πέλοψ ὦ Πέλοψ, ὁ Ἄραψ ὦ Ἄραψ, ὁ αἶθοψ ὦ αἶθοψ. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ ἄνα, διὰ τὸ ζεῦ ἄνα οἷον Ζεῦ ἄνα, Δωδωναῖε, Πελαϲγικέ, τηλόθι ναίων (Π 233). ἔϲτι γὰρ ἄναξ ἡ εὐθεῖα, καὶ ὅμωϲ ἡ κλητικὴ οὐχ ὁμοφωνεῖ τῇ εὐθείᾳ, ἀλλὰ χωρὶϲ τοῦ ξ ἐϲτίν· καὶ ἔϲτιν εἰπεῖν, ὅτι ὁ ποιητήϲ διὰ τὸ μέτρον ἀπέβαλε τὸ ξ, ἀμέλει ὅτε ὁ ποιητὴϲ ἐδεήθη μακρᾶϲ ϲυλλαβῆϲ διὰ τοῦ ξ εἶπεν αὐτὸ κατὰ τὴν κλητικὴν οἷον Ἀτρείδη κύδιϲτε ἄναξ ἀνδρῶν Ἀγάμεμνον. ἔτι δεῖ προϲθεῖναι, καὶ χωρὶϲ τοῦ ὦ γύναι οἷον μή με, γύναι, χαλεποῖϲιν ὀνείδεϲι θυμὸν ἔνιϲπε (Γ 438). τοῦτο γὰρ ὡϲ ἀπὸ τῆϲ γύναιξ εὐθείαϲ ἐϲτὶ καὶ ὅμωϲ χωρὶϲ τοῦ ξ ἐϲτί, περὶ οὐ ἔϲτιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικήν, ἐπειδὴ τὰ εἰϲ αιξ λήγοντα ἢ ἀρϲενικοῦ μόνου γένουϲ ἐϲτὶν οἷον Θρᾷξ, ἢ ἐὰν ᾖ θηλυκοῦ γένουϲ, πάντωϲ καὶ ἀρϲενικοῦ ἐϲτιν οἶον ὁ Γραίξ καὶ. ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ ὅτι γὰρ λέγεται καὶ δ αἴξ ἀρϲενικῶϲ, ἐδήλωϲεν ὁ ποιητὴϲ εἰπὼν (Δ 105) αὐτίκ᾿ ἐϲύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸϲ ἀγρίου, ὅν ῥά ποτ᾿ αὐτὸϲ ὑπὸ ϲτέρνοιο τυχήϲαϲ πέτρηϲ ἐκβαίνοντα. ἐπειδὴ οὖν καὶ τὸ γύναιξ οὐκ ἠδύνατο ἀρϲενικοῦ γένουϲ εἶναι, ἡ γὰρ ϲημαϲία κωλύει, τούτου χάριν ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικὴν καὶ γέγονε γύναι, ἵνα μὴ εὑρεθῇ εἰϲ αιξ λῆγον καὶ θηλυκοῦ μόνου γένουϲ ὄν διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ ὁ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν. ἐν δὲ τῇ ϲυνθέϲει, ἐπειδὴ γίνεται ἀρϲενικοῦ γένουϲ, ἀναδέχεται τὴν εἰϲ αιξ κατάληξιν οἶον ὡϲ ὢν ἄπαιϲ τε κἀγύναιξ κἀνέϲτιοϲ παρὰ Ϲοφοκλεῖ ἐν Ἀθάμαντι. ὅτι δὲ γύναιξ ὤφειλεν εἶναι ἡ εὐθεῖα δῆλον ἐκ τῆϲ γενικῆϲ τῶν ἑνικῶν καὶ ἐκ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν. καὶ ἐκ μὲν τῆϲ γενικῆϲ τῶν ἑνικῶν, ὅτι γυναικόϲ ἐϲτι· πᾶϲα γὰρ γενικὴ διὰ τοῦ κοϲ κλινομένη εἰϲ ξ ἔχει τὴν εὐθεῖαν καταλήγουϲαν οἷον θώρακοϲ θώραξ, κόρακοϲ κόραξ, Φοίνικοϲ Φοῖνιξ, πέρδικοϲ πέρδιξ. εἰ οὖν γυναικόϲ ἐϲτιν ἡ γενικὴ διὰ τοῦ κοϲ, δηλονότι καὶ ἡ εὐθεῖα γύναιξ ἐϲτὶν εἰϲ ξ. ἐκ δὲ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν, ὅτι πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲ ῑ λήγουϲα μετὰ διπλοῦ, ἀποβολῇ τοῦ ῑ τὴν εὐθεῖαν τῶν ἑνικῶν ποιεῖ οἷον Κύκλωψι Κύκλωψ, Πέλοψι Πέλοψ, θώραξι θώραξ, κόραξι κόραξ, τέττιξι τέττιξ. εἰ οὖν γυναιξίν ἡ δοτικὴ τῶν πληθυντικῶν δηλονότι καὶ γύναιξ ἐϲτὶν ἡ εὐθεῖα τῶν ἑνικῶν, ἀλλ᾿ ἐπιλέλοιπε διὰ τὴν προλεχθεῖϲαν αἰτίαν.