Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.277
Not analysed yet
Περὶ τῶν εἰϲ ρ. Choer. 315, 13: τὰ εἰϲ αρ λήγοντα, εἰ μέν ἐϲτι μονοϲύλλαβα, μακρὸν ἔχει τὸ ᾱ καὶ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον ψάρ ψαρόϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου)· τοῦτο δὲ παρὰ τῷ ποιητῇ διὰ τοῦ ᾱ εὑρίϲκεται καὶ διὰ τοῦ η οἷον «κολοιούϲ τε ψῆράϲ τε» (Π 583), καὶ ψαρῶν νέφοϲ ἔρχεται» (P 755), καὶ Κάρ Καρόϲ (ἔϲτι δὲ ἔθνοϲ οἱ Κᾶρεϲ), Μάρ Μαρόϲ (κοὶ τοῦτο δὲ ἔθνοϲ ἐϲτίν), Πάρ Παρόϲ (τόποϲ δέ ἐϲτιν ἐν τῷ περὶ Θυρέᾳ, ἐν ᾧ ἐμαχέϲαντο οἱ Ἀργεῖοι καὶ Λακεδαιμόνιοι). εἰ δέ ἐϲτιν ὑπὲρ μίαν ϲυλλαβήν, μακρὸν μὲν ἔχει οὐκέτι τὸ ᾱ, προϲθέϲει δὲ τοῦ οϲ καὶ αὐτὰ ποιεῖ τὴν γενικὴν οἷον μάκαρ μάκαροϲ, τοῦτο δὲ ἀπὸ τοῦ μακάριοϲ γέγονε κατὰ ἀποκοπήν. Ἄραρ Ἄραροϲ (Γαλατίαϲ δὲ οὗτοϲ ποταμόϲ). τὸ δὲ Καῖϲαρ βάρβαρόν ἐϲτι· καὶ αὐτὸ δὲ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον Καίϲαροϲ.