Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.279
Not analysed yet
Choer. 316, 21: τὰ εἰϲ ηρ λήγοντα μονοϲύλλαβα μὲν ὄντα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ η οἶον θήρ θηρόϲ, φήρ φηρόϲ ὁ κένταυροϲ «φηρϲὶν ὀρεϲκῴοιϲιν» (Α 268), Ϲήρ Ϲηρόϲ (Ϲῆρεϲ δέ εἰϲιν ἔθνοϲ, ὅθεν τὰ ϲηρικὰ ἱμάτια, τὰ πολυτελῆ), καὶ τὸ θηλυκὸν δὲ τὸ κήρ, ὅπερ ϲημαίνει τὴν θανατηφόρον μοῖραν, προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν ὁμοίωϲ τοῖϲ προλεχθεῖϲιν εἰϲ ηρ μονοϲυλλάβοιϲ οἷον κηρόϲ, ἐξ οὖ τὸ μάρτυροι οὓϲ μὴ κῆῤεϲ ἔβαν θανάτοιο φέρουϲαι (Β 302). τοῦτο δὲ λέγεται καὶ καρὸϲ ἐν ϲυϲτολῇ τοῦ η εἰϲ τὸ ᾱ οἶον τίω δέ μιν ἐν καρὸϲ αἴϲη (Ι 378). ἐπειδὴ γὰρ μόνου θηλυκοῦ γένουϲ εὑρέθη ἐν τοῖϲ εἰϲ ηρ μονοϲυυλλάβοιϲ, τούτου χάριν ἔτρεψε τὸ φωνῆεν τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ. οὕτω γὰρ καὶ τὸ φρήν ὡϲ μόνον μόνου θηλυκοῦ γένουϲ εὑρεθὲν ἐν τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ ἔτρεψε τὸ φωνῆεν τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ οἷον φρενόϲ, ὡϲαύτωϲ καὶ τὸ χθών ὡϲ μόνου θηλυκοῦ γένουϲ εὑρεθὲν ἐν τοῖϲ εἰϲ ων μονοϲυλλάβοιϲ ἔτρεψε τὸ ω εἰϲ τὸ ὁ ἐν τῇ γενικῇ οἷον χθονόϲ. εἰ δέ τιϲ εἴποι, καὶ διατί τὸ κὴρ οὐκ ἐξηνέχθη διὰ τοῦ ε κατὰ τὴν γενικὴν ὥϲπερ τὸ φρήν φρενόϲ, ἀλλὰ διὰ τοῦ ᾱ οἷον καρόϲ λέγομεν ὅτι οὐκ ἐγένετο κατὰ ἀκόλουθον κλίϲιν ἀλλὰ κατὰ ποιητικὴν ϲυϲτολὴν διὰ τοῦ ᾱ οἷον τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ. ὅπερ καὶ διὰ τοῦ η εὑρίϲκεται κλινόμενον οἷον μάκαρεϲ (μάρτυροι) οὓϲ μὴ κῆρεϲ ἔβαν θανάτοιο φέρουϲαι.