Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.280
Not analysed yet
Choer. 85, 24: τὰ δὲ ὑπὲρ μίαν ϲυλλαβὴν εἰϲ ηρ λήγοντα ὀξύτονα, εἰ μὲν ἔχει τὸ τ, φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον λουτήρ λουτῆροϲ, καμπτήρ καμπτῆροϲ, ὀλετήρ ὀλετῆροϲ, ξυϲτήρ ξυϲτῆροϲ, ϲωτήρ ϲωτῆροϲ, γενετήρ γενετῆροϲ, ἐλατήρ ἐλατῆροϲ (ἔϲτι δὲ εἶδοϲ πλακοῦντοϲ· ϲημαίνει δὲ καὶ τὸν ἡνίοχον, παρὰ τὸ ἐλαύνειν), χωρὶϲ τοῦ πατήρ πατέροϲ, ἀϲτήρ ἀϲτέροϲ, ταῦτα γὰρ ἔχοντα τὸ τ τρέπει τὸ η εἰϲ ε ἐν τῇ γενικῇ. εἰ δὲ μὴ ἔχει τὸ τ, τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ οἷον αἰθήρ αἰθέροϲ, δαήρ δαέροϲ (ὁ ἀνδράδελφοϲ), ἀνήρ ἀνέροϲ, χωρὶϲ τοῦ ϲπινθήρ ϲπινθῆροϲ καὶ Ἐλευθήρ Ἐλευθῆροϲ (ἔϲτι δὲ ὄνομα κύριον), ταῦτα γὰρ μὴ ἔχοντα τὸ τ ἐφύλαξε τὸ η ἐν τῇ γενικῇ.