Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.292
Not analysed yet
Καθόλου τὰ εἰϲ ψ λήγοντα εἴτε μονοϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ εἴτε ἁπλᾶ εἴτε ϲύνθετα διὰ τοῦ π κλίνεται οἶον ὤψ ὠπόϲ ὁ ὀφθαλμόϲ καὶ ὄνομα κύριον «Εὐρύκλει᾿ Ὦποϲ θυγάτηρ» (α 429), θήψ θηπόϲ (ϲημαίνει δὲ τὸν κόλακα), κνίψ κνιπόϲ (τὸ δὲ μετὰ τοῦ ϲ ϲκνίψ κλίνεται ϲκνιπόϲ καὶ ϲκνιφόϲ), κύκλωψ κύκλωποϲ, ἑλίκωψ ἑλίκωποϲ ὁ εὐόφθαλμοϲ, λαῖλαψ λαίλαποϲ πλὴν τεϲϲάρων ἐν μονοϲυλλάβοιϲ, λέγω δὴ τοῦ φλέψ φλεβόϲ, φάψ φαβόϲ, Νίψ Νιβόϲ (ὄνομα κρήνηϲ) καὶ λίψ λιβόϲ ὁ ἄνεμοϲ, ἐν δὲ τοῖϲ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλῶν μὲν ε΄ Ἄραψ Ἄραβοϲ, Χάλυψ Χάλυβοϲ, Κίνυψ Κίνυφοϲ (ποταμὸϲ Λιβύηϲ), Θάρυψ Θάρυβοϲ (ἔϲτι δὲ ὄνομα κύριον), Ϲκίραψ Ϲκίραφοϲ (ἔϲτι δὲ ὄνομα κύριον παρὰ τοῖϲ κωμικοῖϲ εὑριϲκόμενον), ϲυνθέτων δὲ δύο, τοῦ κατῆλιψ κατήλιφοϲ (ϲημαίνει δὲ τὴν μέϲην ϲτέγην ἀπὸ τοῦ κατειλῆφθαι ὑπὸ τοῦ ξύλου ἤ τινοϲ τοιούτου, ἐφ᾿ ὧν τὰ καταϲτρώματα τίθεται καὶ τὸ ἀπὸ τῆϲ τρόπεωϲ τοῦ ἱϲτοῦ, ᾧ προϲδέδεται ὁ ἱϲτόϲ) καὶ τοῦ χέρνιψ χέρνιβοϲ καὶ τῶν ἀπὸ τῶν εἰϲ βω ῥημάτων οἶον πεδότριψ πεδότριβοϲ (τῶν κατατετριμμένων εἰϲ πέδαϲ, τουτέϲτιν εἰϲ δεϲμούϲ), οἰκότριψ οἰκότριβοϲ (ϲημαίνει δὲ τὸν οἰκογενῆ), χοιρότριψ χοιρότριβοϲ καὶ τὰ ὅμοια.