Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.293
Not analysed yet
Choer. 322, 13: ἰϲτέον δὲ ὅτι τὰ μὴ κλιθέντα διὰ τοῦ π τἢν ἀναλογίαν ἐπλήρωϲαν· ὃν γὰρ τρόπον τὰ εἰϲ ξ λήγοντα κλίνεται διὰ δαϲέοϲ ἢ ψιλοῦ ἢ μέϲου, τουτέϲτι διὰ τοῦ γ ἢ κ ἢ χ οἷον ὄρτυξ ὄρτυγοϲ, θώραξ θώρακοϲ, ὄνυξ ὄνυχοϲ, τὸν αὐτὸν τρόπον καὶ τὰ εἰϲ ψ λήγοντα διὰ δαϲέοϲ ἢ ψιλοῦ ἢ μέϲου κλίνεϲθαι θέλει τουτέϲτι διὰ τοῦ β ἢ π ἢ φ οἷον Ἄραψ Ἄραβοϲ, Κύκλωψ Κύκλωποϲ, Κίνυψ Κίνυφοϲ. ταῦτα οὖν τὰ δοκοῦντα εἰϲ ψ παράλογα τὰ τῆϲ ἀναλογίαϲ ἐφύλαξε κλιθέντα διὰ τοῦ β καὶ φ. λοιπὸν γὰρ εὑρίϲκεται τῇ προφάϲει ταύτῃ τὰ εἰϲ ψ λήγοντα κλινόμενα διὰ δαϲέοϲ καὶ ψιλοῦ καὶ μέϲου, τουτέϲτι διὰ τοῦ β ἢ π ἢ ψ. Περὶ θηλυκῶν ὀνομάτων.