Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.297
Not analysed yet
Ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί τὸ γυνή ἄκλιτόν ἐϲτιν, οὐδὲ γὰρ λέγομεν τῆϲ γυνῆϲ. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰϲ νη λήγοντα διϲύλλαβα τῷ ῡ παραληγόμενα ἐκτεταμένον ἔχει τὸ ῡ οἶον μύνη (ἡ προτροπὴ καὶ ἡ πρόφαϲιϲ), Βύνη (οὕτωϲ ἐκλήθη ὕϲτερον ἡ Ἰνώ), Φρύνη (ὄνομα κύριον)· τὸ δὲ γυνή ϲυϲτέλλει τὸ ῡ, εἰκότωϲ οὖν ὡϲ μονῆρεϲ ἄκλιτον ἔμεινε. ἰϲτέον ὅτι εὑρίϲκεται παρὰ Φερεκράτει ἡ αἰτιατικὴ τὴν γυνήν ὡϲ ἄτοπόν ἐϲτι μητέῤ εἶναι καὶ γυνήν, καὶ ἡ αἱτιατικὴ τῶν πληθυντικῶν τὰϲ γυνάϲ, ἀλλ᾿ ὁρῶ τὰϲ γυνάϲ. τούτων οὕτωϲ ἐχόντων ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα ἐπὶ τῶν ἑτεροκλίτων ἡ αἰτιατικὴ καὶ κλητικὴ τῇ λεγομένῃ εὐθείᾳ ἀκολουθοῦϲι καὶ οὐ τῇ ϲεϲιγημένῃ (ἴδοὺ γὰρ τὸν μέγαν λέγομεν τὴν αἰτιατικὴν καὶ ὦ μέγα τὴν κλητικήν, ὡϲ πρὸϲ τὴν μέγαϲ εὐθεῖαν τὴν λεγομένην καὶ οὐχὶ πρὸϲ τὴν ϲεϲιγημένην τὴν μεγάλοϲ, ἐξ ἧϲ ἡ γενικὴ καὶ ἡ δοτικὴ μεγάλου μεγάλῳ, ἐπεὶ μεγάλον καὶ μεγάλε εἶχον εἶναι ἡ αἰτιατικὴ καὶ κλητική), πῶϲ οὖν ἐνταῦθα ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ οὐ λέγονται πρὸϲ τὴν λεγομένην εὐθεῖαν, φημὶ δὴ πρὸϲ τὸ ἡ γυνή, ἐπεὶ τὴν γυνήν καὶ ὦ γυνή εἶχον εἶναι, ἀλλὰ πρὸϲ τὴν γύναιξ εὐθεῖαν ἐκλίθηϲαν, ἐξ ἧϲ καὶ ἡ γυναικόϲ γενική, καὶ ἡ γυναικί δοτική, γυναῖκα γὰρ φαμὲν καὶ ὦ γύναι; ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἐπὶ τῶν ἄλλων ἑτεροκλίτων προφανῶϲ ἡ γενικὴ καὶ δοτικὴ τὴν ἀκολουθίαν ἔχουϲι πρὸϲ τὴν ϲεϲιγημένην εὐθεῖαν, καὶ τούτου χάριν ἡ αἰτιατικὴ καὶ κλητικὴ οὐκ ἀκολουθοῦϲιν αὐταῖϲ ἀλλὰ ταῖϲ λεγομέναιϲ εὐθείαιϲ· προφανῶϲ γὰρ ἡ μεγάλου γενικὴ καὶ ἡ μεγάλῳ δοτικὴ τὴν ἀκολουθίαν ἔχει πρὸϲ τὴν μεγάλοϲ εὐθεῖαν. ἐνταῦθα δέ, ἐπειδὴ ἡ γενικὴ καὶ ἡ δοτικὴ οὐκ ἔϲχον τὴν ἀκολουθίαν ἀπαραλλάκτωϲ πρὸϲ τὴν ϲεϲιγημένην εὐθεῖαν, ὡϲ γὰρ πρὸϲ τὴν γύναιξ εὐθεῖαν ἡ γενικὴ καὶ ἡ δοτικὴ προπαροξυτόνωϲ ὤφειλον εἶναι γύναικοϲ καὶ γύναικι, τούτου χάριν, ὡϲ μὴ φυλάξαϲαι τὴν ἀκολουθίαν ἀπαραλλάκτωϲ τῆϲ γενικῆϲ καὶ δοτικῆϲ πρὸϲ τὴν ϲεϲιγημένην εὐθεῖαν, οὐκ ἀπέφυγον αὐτὰϲ ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ καὶ οὐκ ἠκολούθηϲαν τῇ λεγομένῃ εὐθείᾳ τῇ ἡ γυνή. ἡ γὰρ Δία αἰτιατικὴ διὰ τοῦτο οὐκ ἠκολούθηϲε τῇ λεγομένῃ εὐθείᾳ, φημὶ δὲ τῇ Ζεύϲ, ἐπειδὴ οὐ δύναται ὅλωϲ τὸ Ζεύϲ τὸ κοινολεκτούμενον κλιθῆναι.