Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.298
Not analysed yet
Ἄξιον δέ ἐϲτι ζητῆϲαι διὰ τί τὸ ἄγη ἄκλιτόν ἐϲτι (ϲημαίνει δὲ τὴν ἔκπληξιν) καὶ ἔϲτι θηλυκὸν ὄνομα ἄγη μ᾿ ἔχει ὄρχαμε λαῶν (Φ 221), ἀντὶ τοῦ ἔκπληξίϲ με ἔχει. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰϲ γη ἰαμβικὰ οὐδέποτε ἀπὸ φωνήεντοϲ ἄρχεται οἷον ϲτέγη, ϲφαγή, ταγή. πρόϲκειται «ἰαμβικὰ» διὰ τὸ ἀγή (ϲημαίνει δὲ τὴν ἀπόκλαϲιν τοῦ κύματοϲ)· τοῦτο γὰρ ἀπὸ φωνήεντοϲ ἄρχεται, ἀλλ᾿ οὐκ ἔϲτιν ἰαμβικὸν ἀλλὰ ϲπονδειακόν, τὸ γὰρ ᾱ μηκυνόμενον ἔχει. ἐπειδὴ οὖν τὸ ἄγη εἰϲ γη ἐϲτὶν ἰαμβικὸν καὶ ἀπὸ φωνήεντοϲ ἄρχεται, εἰκότωϲ ὡϲ μὴ ἔχον τι μιμήϲαϲθαι ἔμεινεν ἄκλιτον.