Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.3
Not analysed yet
Choer. 118,29: τὰ εἰϲ αϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ἁπλᾶ βαρύτονα μὴ ὄντα ἐθνικὰ ἀπὸ τοῦ π ἀρχόμενα εἰϲ τὴν ου διφθόγγου ἔχει τὴν γενικήν οἷον κοχλίαϲ κοχλίου, Αἰνείαϲ Αἰνείου, Βορέαϲ Βορέου, δρακοντίαϲ δρακοντίου, τραυματίαϲ τραυματίου, ταραξίαϲ ταραξίου. —πρόϲκειται «ἁπλᾶ» διὰ τὸ Λυκοθόαϲ Λυκοθόαντοϲ καὶ Λευκοθόαϲ Λευκοθόαντοϲ· :ταῦτα γὰρ ϲύνθετά ἐϲτι καὶ τὴν τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξε, φημὶ δὲ τὴν τοῦ Θόαντοϲ. πρόϲκειται «βαρύτονα »διὰ τὰ ὀξύτονα οἷον διὰ τὸ ἀνδριάϲ ἀνδριάντοϲ. πρόϲκειται «μὴ ὄντα ἐθνικὰ ἀπὸ τοῦ π ἀρχόμενα» διὰ τὸ Πικίαϲ Πικίαντοϲ καὶ Πευκετίαϲ Πευκετίαντοϲ· τὸ γὰρ Παπίαϲ Παπίου ἀπὸ τοῦ π μὲν ἀρχεται, ἀλλ’ οὐκ ἔϲτιν ἐθνικόν τὸ δὲ πίαϲ Ὠπίου ἐθνικὸν μέν ἐϲτιν, ἀλλ’ οὐκ ἄρχετοι ἀπὸ τοῦ π, ἀλλ’ ἀπὸ τοῦ ω.