Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.4
Not analysed yet
Ϲεϲημείωται δέ τινα περιττοϲυλλάβωϲ κλιθέντα· ἔϲτι δὲ ταῦτα· Ἀφίαϲ Ἀλφίαντοϲ παρ’ Εὐφορίωνι, Φλεγύαϲ Φλεγύαντοϲ παρ’ Εὐριπίδῃ, Ἐλέαϲ Ἐλέαντοϲ παρὰ Φιλοϲτεφάνῳ, Ϲατύαϲ Ϲατύαντοϲ παρ’ Ἡγηϲίππῳ· εὑρέθη δὲ καὶ τὸ Ἀρύαϲ Ἀρύοντοϲ περιττοϲυλλάβωϲ κλιθὲν ἡ δὲ ὑπὲρ Ἀρύοντοϲ ἐπὶ προχοαῖϲ ποταμίων (leg. αἱ δὲ πέρην Ἀρύοντοϲ ἐπὶ προχοαῖϲ ποταμοῖο), παρ’ Ἐρατοϲθένει, καὶ Παρίαϲ Παρίαντοϲ· ἔϲτι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ ι γράφεται. τὸ δὲ παρείαϲ ϲημαῖνον τὸν ὄφιν διὰ τῆϲ ει διφθόγγου γράφεται κτλ. ταῦτα δὲ πάντα περιττοϲυλλάβωϲ κλίνεται· εὕρηνται δὲ καὶ ἰϲοϲυλλάβωϲ κλινόμενα, οἷον ὁ Φλεγύαϲ τοῦ Φλεγύου, καὶ οἱ Φλεγύαι τοὺϲ Φλεγύαϲ, ὡϲ παρὰ τῷ ποιητῇ (N 302) ἠὲ μετὰ Φλεγύαϲ μεγαλήτοραϲ.