Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.300
Not analysed yet
Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί τὰ εἰϲ ω λήγοντα θηλυκὰ εἰϲ ουϲ ἔχει τὴν γενικήν. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀντιπεπονθότωϲ ἔχει τὰ εἰϲ ω ῥήματα πρὸϲ τὰ εἰϲ ω θηλυκά. τὰ μὲν εἰϲ ω ῥήματα ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν οἷον τύπτω, γράφω, ποιῶ, νοῶ, τὰ δὲ εἰϲ ω θηλυκὰ ὀξύνεται οἶον Λητώ, Καλυψώ, Ἐρατώ, Ϲαπφώ. ἐπειδὴ οὖν τὰ εἰϲ ω ῥήματα ἔθοϲ ἔχει πολλάκιϲ διὰ τῆϲ εῑ διφθόγγου ἐκφέρεϲθαι κατὰ τὴν κλίϲιν οἷον τύπτω τύπτειϲ, γράφω γράφειϲ, λέγω λέγειϲ, τούτου οὖν χάριν ἐκ τοῦ ἐναντίου τὰ εἰϲ ω θηλυκὰ διὰ τῆϲ ου διφθόγγου ἐκφέρεται οἶον Ϲαπφώ Ϲαπφοῦϲ, Κλειώ Κλειοῦϲ, Λητώ Λητοῦϲ. πρόϲκειται ἀνωτέρω «πολλάκιϲ» διὰ τὴν δευτέραν καὶ τρίτην ϲυζυγίαν τῶν περιϲπωμένων.