Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.299
Not analysed yet
Περὶ τῶν εἰϲ ω. Choer. 330, 8: τὰ εἰϲ ω λήγοντα θηλυκὰ πάντα ὀξύνεται οἷον Λητώ, Κλειώ, Καλυψώ, Ϲαπφώ· ἔχει δὲ παραλλαὴν περὶ τὴν κλίϲιν. τὰ μὲν γὰρ ἑνικὰ αὐτῶν ὡϲ ἀπὸ περιττοϲυλλάβου κλίϲεωϲ γίνεται οἷον Λητόοϲ Λητοῦϲ, Λητόι Λητοῖ, Λητόα Λητῶ· τὰ δὲ δυϊκὰ καὶ πληθυντικὰ ὡϲ ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ οἷον τὰ Λητώ ταῖν Λητοῖν ὦ Λητώ, αἱ Λητοί τῶν Λητῶν ταῖϲ Λητοῖϲ τὰϲ Λητούϲ ὧ Λητοί, ὥϲπερ τὼ καλώ τοῖν καλοῖν ὦ καλώ, οἱ καλοί τῶν καλῶν τοῖϲ καλοῖϲ τοὺϲ καλούϲ ὦ καλοί. ταῦτα δὲ τὰ εἰϲ ω λήγοντα θηλυκὰ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον Ϲαπφώ Ϲαπφοῦϲ, Κλειώ Κλειοῦϲ, Καλυψώ Καλυψοῦϲ, Λητώ Λητοῦϲ, Ἐρατώ Ἐρατοῦϲ.