Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.303
Not analysed yet
Ἀπὸ τῆϲ Ϲαπφόϊ δοτικῆϲ γέγονεν ἡ Ϲαπφόα αἰτιατικὴ τροπῇ τοῦ ῑ εἰϲ ᾱ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ Ϲαπφώ. ἔϲτι καὶ τὴν Ϲαπφών καὶ τὴν Λητών ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν τοῦ ω εἰϲ τὴν οῑ δίφθογγον γίνεται τὴν Ϲαπφοῖν καὶ τὴν Λητοῖν. ἰϲτέον δὲ ὅτι οἱ Αἰολεῖϲ καὶ διὰ τοῦ ων λέγουϲι τὴν αἰτιατικὴν τῶν εἰϲ ω θηλυκῶν καὶ βαρύνουϲιν οἷον τὴν Λήτων, τὴν Ϲάπφων.