Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.304
Not analysed yet
Choer. 335, 10: ἡ κλητικὴ τῶν εἰϲ ω θηλυκῶν εἰϲ τὴν οῑ δίφθογγον λήγει, τῆϲ χρήϲεωϲ οὕτωϲ ἐχούϲηϲ, ἡ Ϲαπφώ ὦ Ϲαπφοῖ, ἡ Λητώ ὦ Λητοῖ Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχέϲομαι (Φ 498). καὶ ἔϲτιν εἰπεῖν, ὅτι εὑρίϲκεται ἐπὶ τούτων ἡ κλητικὴ καὶ ὁμοφώνωϲ τῇ εὐθείᾳ, ὡϲ παρὰ τῷ Ἀπολλωνίῳ (III 1) εἰ δ᾿ ἄγε νῦν, Ἐρατώ, πάρα θ᾿ ἵϲταϲο καί μοι ἔνιϲπε. ὁ μέντοι ποιητὴϲ καὶ οἱ ἄλλοι εἰϲ τὴν οῑ δίφθογγον ποιοῦϲι τὴν κλητικὴν οἷον Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχέϲομαι, καὶ Μένανδροϲ «φίλη Πειθοῖ».