Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.305
Not analysed yet
Choer. 336, 31: ἄξιόν ἐϲτι ζητῆϲαι. εἰ ἄρα πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ῑ ἐκφωνούμενον λήγουϲα τροπῇ τοῦ ῑ εἰϲ ε ποιεῖ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον Αἴαντι Αἴαντε, Θόαντι Θόαντε, λέβητι λέβητε, διατί ἐπὶ τῶν εἰϲ ω θηλυκῶν οὐ γίνεται ἡ εὐθεῖα τῶν δυϊκῶν ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν, τροπῇ τοῦ ῑ εἰϲ ε οἷον Λητόϊ Λητόε, Ϲαπφόϊ Ϲαπφόε, ἀλλὰ τὰ Λητώ καὶ τὰ Ϲαπφώ ὁμοφώνωϲ τῇ αἰτιατικῇ τῶν ἑνικῶν καὶ γὰρ ἡ αἰτιατικὴ τῶν ἑνικῶν τὴν Λητώ ἐϲτι καὶ τὴν Ϲαπφώ. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· κανῶν γάρ ἐϲτιν ὁ λέγων, ὅτι ὅταν ἡ γενικὴ τῶν ἑνικῶν ϲυναιρῆται, τότε καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν ὁμοίωϲ ϲυναιρεῖται, οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ Δημοϲθένεε Δημοϲθένη, τείχεοϲ τείχουϲ τείχεε τείχη, εὐγενέοϲ εὐγενοῦϲ εὐγενέε εὐγενῆ, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ. οὐδὲ γὰρ ἡνίκα μὴ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, κωλύεται πάντωϲ ϲυναιρεθῆναι ἡ εὐθεῖα τῶν δυϊκῶν, ἀλλ᾿ ἔϲτιν ὅτε ϲυναιρεῖται, οἷον βαϲιλεὺϲ βαϲιλέωϲ βαϲιλέε βαϲιλῆ, πόλιϲ πόλεωϲ πόλεε πόλη, ὡϲ παῤ Αἰϲχίνῃ τῷ Ϲωκρατικῷ, «τούτω τὼ πόλη»· λέγει δὲ περὶ Ἀθηναίων καὶ Λακεδαιμονίων. εἰ ἄρα οὖν ἐν τοῖϲ εἰϲ ω θηλυκοῖϲ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, Λητόοϲ Λητοῦϲ, Ϲαπφόοϲ Ϲαπφοῦϲ καὶ Ἐρατόοϲ Ἐρατοῦϲ, δηλονότι καὶ ἡ εὐθεῖα τῶν δυϊκ ν ἀναγκάζεται ϲυναίρεϲιν ἐπιδέξαϲθαι. ἐὰν οὖν γένηται ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν ἡ εὐθεῖα τῶν δυϊκῶν τροπῇ τοῦ ῑ εἰϲ ε οἷον Λητόϊ Λητόε καὶ Ϲαπφόι Ϲαπφόε, μέλλει ἐν τῇ ϲυναιρέϲει εἰϲ τὴν ου δίφθογγον καταλήγειν· τὸ γὰρ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον κιρνᾶται οἷον τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, προέβη προὔβη. εἰϲ τὴν ου δίφθογγον δὲ καταλήγειν αὐτὴν ἀδύνατόν ἐϲτιν, οὐδέποτε γὰρ εὐθεῖα τῶν δυικῶν εἰϲ τὴν ου δίφθογγον καταλήγει, τὸ γὰρ υ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυϊκῶν· τούτου οὖν χάριν οὐκ ἐγένετο ἐκ τῆϲ δοτικῆϲ τῶν ἐνικῶν ἡ εὐθεῖα τῶν δυϊκῶν, ἀλλ᾿ ὡμοφώνηϲεν τῇ αἰτιατικῇ τῶν ἑνικῶν τῇ ἐχούϲῃ κατάληξιν ἁρμόζουϲαν τῇ εὐθείᾳ τῶν δυϊκῶν, λήγει γὰρ εἰϲ ω ἡ αἰτιατική τῶν ἑνικῶν, ὅπερ ἐϲτὶ τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν οἷον τὼ φίλω, τὼ ἀνθρώπω.