Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.312
Not analysed yet
Περὶ τῶν εἰϲ ξ θηλυκῶν. Choer. 342, 21: καθόλου τὰ εἰϲ ξ λήγοντα θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ ὑπεϲταλμένων τῶν εἰϲ υξ διὰ τοῦ κ κλίνεται οἷον κλῖμαξ κλίμακοϲ, θρῖδαξ θρίδακοϲ, αὖλαξ αὔλακοϲ, ϲχίδαξ ϲχίδακοϲ (τὸ ἐϲχιϲμένον ξύλον), χάλιξ χάλικοϲ, πῖδαξ πίδακοϲ (ἡ πηγή), πήληξ πήληκοϲ (ϲημαίνει δὲ τὴν περικεφαλαίαν), ἀλώπηξ ἀλώπεκοϲ τοῦτο δὲ παράλογόν ἐϲτιν, ὅτι ἔτρεψε τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ. τὰ γὰρ εἰϲ διπλοῦν λήγοντα οὐδέποτε τρέπει τὸ φωνῆεν τῆϲ εὐθείαϲ ἐν τῇ κλίϲει οἷον νάρθηξ νάρθηκοϲ, ϲκώληξ ϲκώληκοϲ, Κύκλωψ Κύκλωποϲ, μώλωψ μώλωποϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ ἀλώπηξ ἀλώπεκοϲ τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην τὰ εἰϲ ηξ θηλυκὰ οὐ φαίνεται παραληγόμενα τῷ ω οἷον πήληξ (ἡ περικεφαλαία), ἀντίπηξ (ἡ κιβωτόϲ), ὕϲπληξ (ἡ ἀφετηρία τοῦ δρόμου)· τὸ γὰρ ϲκώληξ παραληγόμενον τῷ ω οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι θηλυκὸν ἀλλ᾿ ἀρϲενικόν. ἐπειδὴ οὖν τὸ ἀλώπηξ θηλυκὸν παραλήγεται τῷ ω, εἰκότωϲ παραλλάξαν ἐν τῇ εὐθείᾳ κατὰ τὴν παραλήγουϲαν, παρήλλαξε καὶ ἐν τῇ γενικῇ κατὰ τὴν παραλήγουϲαν καὶ ἔτρεψε τὸ η εἰϲ τὸ ε. πρόϲκειται ἐν τῷ κανόνι «ἁπλᾶ» διὰ τὰ ϲύνθετα οἷον διὰ τὸ ἡ καλλίθριξ τῆϲ καλλίτριχοϲ, ἡ ὁμόϲτιξ τῆϲ ὁμόϲτιχοϲ (ἡ ἅμα τινὶ πορευομένη)· ταῦτα δὲ κοινά ἐϲτι τῷ γένει οἷον ὁ καλλίθριξ καὶ ἡ καλλίθριξ, ὁ ὁμόϲτιξ καὶ ἡ ὁμόϲτιξ, ἡ ἀντίπηξ τῆϲ ἀντίπηγοϲ παρὰ τὴν ἀντί πρόθεϲιν καὶ τὸ πήϲϲω, ἡ ὕϲπληξ τῆϲ ὕϲπληγοϲ ἀπὸ τοῦ πλήττειν, ἡ λάταξ λάταγοϲ παρὰ τὸ λᾱ ἐπιτατικὸν μόριον καὶ τὸ ϲτάζω κατ᾿ ἀποβολὴν τοῦ ϲ. πρόϲκειται ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ θρίξ τριχόϲ, ϲτίξ ϲτιχόϲ (ϲημαίνει δὲ τὴν τάξιν). πρόϲκειται «χωρὶϲ τῶν εἰϲ υξ», διὰ τὸ ἄντυξ ἄντυγοϲ (ϲημαίνει δὲ τὴν περιφέρειαν). τὸ δὲ μάϲτιξ μάϲτιγοϲ ἔχει ἀντιπαρακείμενον ῥῆμα εἰϲ ζω φημὶ δὲ τὸ μαϲτίζω.