Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.313
Not analysed yet
Choer. 344, 13: τὰ εἰϲ ξ λήγοντα εἰ μὲν ἔχει πρὸ τοῦ ξ τὸ γ, διὰ τοῦ γ κλίνεται οἷον Ϲφίγξ Ϲφιγγόϲ, ϲάλπιγξ ϲάλπιγγοϲ· εἰ δὲ ἕτερον ϲύμφωνον ἔχει πρὸ τοῦ ξ, διὰ τοῦ κ κλίνεται οἷον ζόρξ ζορκόϲ (ἔϲτι δὲ εἶδοϲ θηρίου), ϲάρξ ϲαρκόϲ, ὤλξ ὠλκόϲ (ὤλξ δέ ἐϲτιν ἡ αὖλαξ, «τέμνειν ὦλκα βαθεῖαν» ),χωρὶϲ τοῦ λύγξ, ὅπερ πρὸϲ διάφορον ϲημαινόμενον διαφόρωϲ κλίνεται· ἐπὶ μὲν γὰρ τοῦ πάθουϲ διὰ τοῦ γ κλίνεται οἷον λύγξ λυγγόϲ (ἐξ οὗ καὶ τὸ ἐλυγγίαϲεν), ἐπὶ δὲ τοῦ θηρίου διὰ τοῦ κ οἷον λυγκόϲ, ὡϲ παρὰ Καλλιμάχῳ (h. Dian. 88) ὁ δὲ κρέα λυγκὸϲ ἔταμνε. ἰϲτέον δὲ ὅτι τὸ «ἀλκὶ πεποιθώϲ »(Ε 299), ὅπερ τινὲϲ μὲν ὡϲ ἀπὸ τοῦ ἄλξ ἀλκόϲ λέγουϲιν εἶναι, γίνεται κατὰ μεταπλαϲμὸν ἀπὸ τῆϲ ἀλκῇ δοτικῆϲ.