Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.315
Not analysed yet
Περὶ τῶν εἰϲ αϲ θηλυκῶν. Choer. 350, 8: τὰ εἰϲ ᾱϲ λήγοντα θηλυκὰ ὀξύνεται καὶ ϲυνεϲταλμένον ἔχει τὸ ᾱ καὶ διὰ τοῦ δοϲ κλίνεται καὶ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Παλλάϲ Παλλάδοϲ ὦ Παλλάϲ, λαμπάϲ λαμπάδοϲ ὦ λαμπάϲ, τριάϲ τριάδοϲ ὦ τριάϲ, τετράϲ τετράδοϲ ὦ τετράϲ, πολυδειράϲ πολυδειράδοϲ ὦ πολυδειράϲ, μονάϲ μονάδοϲ ὦ μονάϲ, δυάϲ δυάδοϲ ὦ δυάϲ, ἰϲχάϲ ἰϲχάδοϲ ὦ ἰϲχάϲ, φυγάϲ φυγάδοϲ ὦ φυγάϲ, δορκάϲ δορκάδοϲ ὦ δορκάϲ, Ἀρκάϲ Ἀρκάδοϲ ὦ Ἀρκάϲ· ταῦτα δέ, φημὶ δὲ τὸ Ἀρκάϲ καὶ φυγάϲ, κοινά ἐϲτι τῷ γένει· ὁ Ἀρκάϲ γὰρ καὶ ἡ Ἀρκάϲ, ὁ φυγάϲ καὶ ἡ φυγάϲ. δεῖ προϲθεῖναι ἐν τῷ κανόνι, χωρὶϲ τῶν ἀπὸ παθητικοῦ παρακειμένου ϲυντεθέντων. ἐκεῖνα γὰρ καὶ μακρὸν ἔχει τὸ ᾱ καὶ διὰ καθαροῦ τοῦ τοϲ κλίνεται οἷον κέκραμαι χαλκοκράϲ χαλκοκρᾶτοϲ (ὁ χαλκῷ κεκραμένοϲ), γαλακτοκράϲ γαλακτοκρᾶτοϲ (ὁ γάλακτι κεκραμένοϲ), νεοκράϲ νεοκρᾶτοϲ (ὁ νεωϲτὶ κεκραμένοϲ). καὶ ταῦτα δὲ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὦ χαλκοκράϲ, ὦ γαλακτοκράϲ, ὦ νεοκράϲ.