Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.316
Not analysed yet
Περὶ τῶν εἰϲ τηϲ θηλυκῶν. Choer. 351, 25: τὰ εἰϲ τηϲ λήγοντα θηλυκὰ μονογενῆ διὰ τοῦ τοϲ κλίνεται οἷον ποτήϲ ποτῆτοϲ «ἐδητύοϲ ἠδὲ ποτῆτοϲ», κοϲμιότηϲ κοϲμιότητοϲ, φιλότηϲ φιλότητοϲ, κακότηϲ κακότητοϲ, λογιότηϲ λογιότητοϲ, ποιότηϲ ποιότητοϲ, ποϲότηϲ ποϲότητοϲ, ταχυτήϲ ταχυτῆτοϲ, βραδυτήϲ βραδυτῆτοϲ. πρόϲκειται «θηλυκὰ» διὰ τὸ θύτηϲ θύτου. ταῦτα γὰρ οὐ κλίνεται διὰ τοῦ τοϲ, ἀλλ᾿ οὐκ ἔϲτι θηλυκὰ ἀλλ᾿ ἀρϲενικά. πρόϲκειται «μονογενῇ» ἵνα μὴ ἀρϲενικῶϲ ἢ θηλυκῶϲ λέγηται διὰ τὸ ἀκρατήϲ τοῦ ἀκρατοῦϲ καὶ ἡ ἀκρατήϲ τῆϲ ἀκρατοῦϲ, ὁ προπετήϲ τοῦ προπετοῦϲ καὶ ἡ προπετήϲ τῆϲ προπετοῦϲ, ὁ πενταετήϲ τοῦ πενταετοῦϲ καὶ ἡ πενταετήϲ τῆϲ πενταετοῦϲ. ταῦτα γὰρ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ὡϲ ἔχοντα οὐδέτερον εἰϲ εϲ οἷον τὸ ἀκρατέϲ, τὸ πενταετέϲ, τὸ προπετέϲ.